Psalms 29
1 ▼▼LXX: Psa.28:1
Ψαλμὸς τῷ Δαυιδ· ἐξοδίου σκηνῆς. ἐνέγκατε τῷ κυρίῳ, υἱοὶ θεοῦ, ἐνέγκατε τῷ κυρίῳ υἱοὺς κριῶν, Ἐνέγκατε τῷ κυρίῳ δόξαν καὶ τιμήν, 2 ▼▼LXX: Psa.28:2
ἐνέγκατε τῷ κυρίῳ δόξαν ὀνόματι αὐτοῦ, προσκυνήσατε τῷ κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ. 3 ▼▼LXX: Psa.28:3
φωνὴ κυρίου ἐπὶ τῶν ὑδάτων, ὁ θεὸς τῆς δόξης ἐβρόντησεν, κύριος ἐπὶ ὑδάτων πολλῶν. 4 ▼▼LXX: Psa.28:4
φωνὴ κυρίου ἐν ἰσχύι, φωνὴ κυρίου ἐν μεγαλοπρεπείᾳ. 5 ▼▼LXX: Psa.28:5
φωνὴ κυρίου συντρίβοντος κέδρους, καὶ συντρίψει κύριος τὰς κέδρους τοῦ Λιβάνου 6 ▼▼LXX: Psa.28:6
καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τὸν Λίβανον, καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων. 7 ▼▼LXX: Psa.28:7
φωνὴ κυρίου διακόπτοντος φλόγα πυρός, 8 ▼▼LXX: Psa.28:8
φωνὴ κυρίου συσσείοντος ἔρημον, καὶ συσσείσει κύριος τὴν ἔρημον Καδης. 9 ▼▼LXX: Psa.28:9
φωνὴ κυρίου καταρτιζομένου ἐλάφους, καὶ ἀποκαλύψει δρυμούς· καὶ ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν. 10 ▼▼LXX: Psa.28:10
κύριος τὸν κατακλυσμὸν κατοικιεῖ, καὶ καθίεται κύριος βασιλεὺς εἰς τὸν αἰῶνα. 11 ▼▼LXX: Psa.28:11
κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει, κύριος εὐλογήσει τὸν λαὸν αὐτοῦ ἐν εἰρήνῃ.
Copyright information for
LXX